ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος

᾿Ωρίωνα κατ᾽ αὐτόν, ὁ δ᾽ ἀμφαίνει μέγαν ὦμον,

τᾶμος ἄρ᾽ αἰνὰ πέλωρα δύω πολυμήχανος ῞Ηρα

κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας

ὦρσεν ἐπὶ πλατὺν δόν, ὅθι σταθμὰ κοῖλα θυράων            15

οἴκου, ἀπειλήσασα φαγεῖν βρέφος῾Ηρακλῆα.

τὼ δ᾽ἐξειλυσθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω

αἱμοβόρους ἐκύλιον: ἀπ᾽ ὀφθαλμῶν δὲ κακὸν πῦρ

ἐρχομένοις λάμπεσκε, βαρὺν δ᾽ἐξέπτυον ἰόν.

ἀλλ᾽ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,                  20

καὶ τότ᾽ ἄρ᾽ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,

᾿Αλκμήνας φίλα τέκνα, φάος δ᾽ ἀνὰ οἶκον ἐτύχθη.

ἤτοι ὅγ᾽ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρί᾽ ἀνέγνω

κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,

᾿Ιφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν,                    25

φευγέμεν ὁρμαίνων: ὁ δ᾽ ἐναντίος ετο χερσὶν

῾Ηρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,

δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ τέτυκται

οὐλομένοις ὀφίεσσιν, τὰ καὶ θεοὶ ἐχθαίροντι.

τὼ δ᾽ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα                     30

ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν:

ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας,

δεσμῶ ἀναγκαίω πειρώμενοι ἔκλυσιν εὑρεῖν.

᾿Αλκμήνα δ᾽άκουσε βοᾶς καὶ ἐπέγρετο πράτα:

‘῎Ανσταθ᾽ ᾿Αμφιτρύων: ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν:          35

ἄνστα, μηδὲ πόδεσσιν τεοῖς ὑπὸ σάνδαλα θείῃς.

οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ;

ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι

πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας;

ἔστι τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλ᾽ ἀνδρῶν.’         40

῝Ως φάθ᾽. ὁ δ᾽ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας:

δαιδάλεον δ᾽ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν

κλιντῆρος κεδρίνω περὶ πασσάλῳ αἰὲν ἄωρτο.

ἤτοι ὅγ᾽ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,

κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον.                    45

ἀμφιλαφὴς δ᾽ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας:

δμῶας δὴ τότ᾽ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας:

‘οἴσετε πῦρ ὅτι θᾶσσον ἀπ᾽ἐσχαρεῶνος ἑλόντες,

δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατ᾽ ὀχῆας.’

‘ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ.’                      50

̂̓Η ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.

οἱ δ᾽ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι

δμῶες: ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.

ἤτοι ἄρ᾽ ὡς εἴδονθ᾽ ὑποτίτθιον῾Ηρακλῆα

συμπλήγδην ἰάχησαν. ὁ δ᾽ἐς πατέρ᾿Αμφιτρύωνα

ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δ᾽ὑψόθι χαίρων               55

γηθοσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν

πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.

Ὄρνιχες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον,

 Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα                    65

Ἀλκμήνα καλέσασα χρέος κατέλεξε νεοχμόν

καί νιν ὑποκρίνεσθαι ὅπως τελέεσθαι ἔμελλεν

ἠνώγει: “Μηδ’ εἵ τι θεοὶ νοέοντι πονηρόν,

αἰδομενός με κρύπτε: καὶ ὣς οὐκ ἔστιν ἀλύξαι

ἀνθρώποις ὅτι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.               70

μάντι Εὐρείδα, μάλα τοι φρονέοντα διδάσκω”.

τὰν δ’ Εὐηρείδας τοιῷδ’ ἀπαμείβετο μύθῳ:

“θάρσει, ἀριστοτόκεια γύναι, Περσήιον αἷμα,

θάρσει: μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ βάλλευ.

ναὶ γὰρ ἐμῶν γλθκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων,   75

πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα

χειρὶ κατατρίψουσιν ἀκρέσπερον ἀείδοισαι

Ἀλκμήναν ὀνομαστί, σέβας δ’ἕσῃ Ἀργείαισι.

τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα

ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,              80

οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.

δώδεκά οἱ τελέσαντι πεπρωμένον ἑν Διὸς οἰκεῖν

μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἔξει:

γαμβρὸς δ’ ἀθανάτων κεκλήσεται, οἳ τάδ’ ἐπῶρσαν

κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.                    85

 Ἔσται δὴ τοῦτ’ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ

καρχαρόδων σίνεσθαι ἰδών λύκος οὐκ ἐθελήσει.

ἀλλά, γύναι, πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω,

κάγκανα δ’ ἀσπαλάθου ξύλ’ ἑτοιμάσατ’ ἢ παλιούρω

ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον,                     90

καῖε δὲ τόδ’ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε

νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.

ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις

ῥιψάτω, εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρεσθαι

ῥωγάδας ὲς πέτρας, ὑπερούριον, ἂψ δὲ νεέσθω                  95

ἄστρεπτος. καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ

πρᾶτον, ἔπειτα δ’ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,

θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ῞υδωρ:

Ζηνὶ δ’ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον,

δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε”.                    100

φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον

Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.

 

Testo: C. Gallavotti, Theocritus quique feruntur Bucolici Graeci, Roma 1993.         

Delle poche varianti adottate renderemo conto nel commento.

 

Nota al commento:

Per il commento (raggiungibile via hyperlink: basti cliccare sui lemmi in verde) abbiamo seguito principalmente Fritzsche (1870), Gow (1950), e Gigante Lanzara (1992), integrando e rimuovendo nella principale prospettiva di fruibilità da parte di studenti di scuola superiore; speriamo inoltre d’aver dato qualche spunto originale. La novità principale nel “bloggare” l’idillio ci pare stia proprio nella possibilità di ampliare il commento, problematizzandolo e condividendolo nei suoi temi più ricchi e produttivi: abbiamo quindi creato alcuni tag intorno ai quali organizzare il materiale del blog (articoli, commenti, ma volendo anche video, audio e links esterni) e li abbiamo resi raggiungibili da queste pagine attraverso la tag cloud nella colonna di destra.

 

Lascia un commento

Il tuo indirizzo email non sarà pubblicato. I campi obbligatori sono contrassegnati *